περι εμαυτου
γεγονὼς γὰρ πεντήκοντα ἔτη συνοικῶ τῷ ἐμῷ ἀνδρὶ Ἰακώβῳ ἐν Οὐαιλβῦ, προαστείῳ τινι πρὸς βορρᾶν τῆς Ἀρουσίας. καθηγοῦμαι δὲ τὴν Ἑλληνικὴν τε καὶ Ῥωμαϊκὴν γλώττας ἐν τῷ τμήματι τῷ τῆς παιδεύσεως τε καὶ τῆς πολιτείας τοῦ τῆς Ἀρουσίας Μουσείου. τὸ ὄνομα δὲ τὸ ἴδιον μὲν προσφωνεῖται Ἀγγλιστὶ, τὸ πατρῷον δὲ Δανιστὶ (τ.ε. ['dʒɒ:dʒ 'heŋə]); τοῦτο οὐκ ἔστι προσποίησίς τις, ἀλλὰ ἄπορον ἔργον ὃ ἀνταποδίδωσι τὰ οὐκ ἔλαττον ἄπορα τὰ περὶ τῆς ἐμῆς γενεᾶς.
πρὸς δὲ τῷ ἐμῷ περὶ τῶν γλωττῶν πάθει τὸν νοῦν προσέχω καὶ τῇ θεολογίᾳ τε καὶ τῇ φιλοσοφίᾳ καὶ τοῖς πολιτικοῖς, εἰ ὡς ἀληθῶς ὑφ’ ἓν ζυγὸν οἱ τρεῖς ἵπποι ἄγεσθαι δύνανται. ἐμοὶ οὖν δοκεῖ (ποτὲ μὲν εὖ καθεσταμένως, ἀεὶ δὲ εὖ ἀποδεδειγμένως) περὶ τῶν πλείστων: ἑταιρίας οὖν τῇ κοινωνικῇ τε καὶ δημοκρατικῇ μετέχων οὐ νομίζω ὅτι αἱ κάλλισται ἰδέαι ἐναντίως ἔχουσι πρὸς τῇ ἀνάγκῃ, καὶ χριστιανὸς ὢν οὐ νομίζω ὅτι ἡ ἐλευθέρα θεωρία ἐναντιολογεῖ Θεῷ. ἐὰν δέ τις τὴν Ἀληθείαν ὡς κύριον ὄνομα γράφειν τολμᾷ, οὐ τελείαν ἀλλὰ μέσην στιγμὴν τούτῳ τῷ ῥήματι προσβάλλειν δεῖ.
συνοψις ζητηματων
νῦν μὲν ζητῶ περὶ τῆς σχέσεως τῆς τῶν γλωττῶν πρὸς τὴν τοῦ ἀνθρώπου τε καὶ τοῦ ἔθνους ἰδέαν. τὸ πρὶν δὲ πραγματεῖαν περὶ τῆς φωνῆς τῆς τοῦ μελοποιοῦ Ἀλκμᾶνος συγγράψας τοὺς Σκύθας τοὺς κατὰ τὸν Ἡρόδοτον διηγησάμην. καὶ ὕστερον τὰς Ῥωμαϊκὰς ἐπιστολὰς ἐζήτουν κατὰ τὴν ῥητορικήν τε καὶ γραμματικὴν μέθοδον.
|